Ψαλμός 90
космос , синтетична мрія , психоембіент, electronica

Lyrics
Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.
2 ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν.
3 ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους.
4 ἐν τοῖς πτερώμασιν αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ἀσπὶς καὶ θυρεὸς ἡ ἀλήθεια αὐτοῦ.
5 οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας,
6 ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.
7 πεσεῖται ἐκ πλευρᾶς σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ.
8 πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψῃ.
9 ὅτι σὺ Κύριε ἡ ἐλπίς μου· τὸν Ὕψιστον ἔθου καταφυγήν σου.
10 οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.
11 ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου·
12 ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
13 ἐπὶ λέοντα καὶ ἀσπίδα πατήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.
14 ὅτι ἐμοῦ ἠντιλήφθη, καὶ σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου.
15 καλέσει με, καὶ ἐπακούσω αὐτοῦ· μετ' αὐτοῦ εἰμὶ ἐν θλίψει, ἐξελοῦμαι αὐτὸν καὶ δοξάσω αὐτόν.
16 μήκει ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.
2 ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν.
3 ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους.
4 ἐν τοῖς πτερώμασιν αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ἀσπὶς καὶ θυρεὸς ἡ ἀλήθεια αὐτοῦ.
5 οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας,
6 ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.
7 πεσεῖται ἐκ πλευρᾶς σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ.
8 πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψῃ.
9 ὅτι σὺ Κύριε ἡ ἐλπίς μου· τὸν Ὕψιστον ἔθου καταφυγήν σου.
10 οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.
11 ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου·
12 ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
13 ἐπὶ λέοντα καὶ ἀσπίδα πατήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.
14 ὅτι ἐμοῦ ἠντιλήφθη, καὶ σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου.
15 καλέσει με, καὶ ἐπακούσω αὐτοῦ· μετ' αὐτοῦ εἰμὶ ἐν θλίψει, ἐξελοῦμαι αὐτὸν καὶ δοξάσω αὐτόν.
16 μήκει ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.